Add parallel Print Page Options

23 Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. 24 πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.

25 Ἀδελφοί, [a]προσεύχεσθε περὶ ἡμῶν. 26 ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ. 27 [b]ἐνορκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν [c]τοῖς ἀδελφοῖς. 28 ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ [d]ὑμῶν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 5:25 προσεύχεσθε Treg RP ] + καὶ WH NIV
  2. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 5:27 ἐνορκίζω WH Treg NIV ] Ὁρκίζω RP
  3. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 5:27 τοῖς WH Treg NIV ] + ἁγίοις RP
  4. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 5:28 ὑμῶν WH Treg NIV ] + Ἀμήν RP